Ancient Greek · ~2 min
Chapter 4
Eunapius, Vitae Sophistarum 4
Not analysed yet
ὥσπερ οὖν οἱ πολλάκις ποντες ἔστιν ὅτε καὶ τυγχάνοντες τοῦ σκοποῦ καὶ τὸ συνεχὲς τῆς μελέτης αὐτοῖς διὰ τῆς γυμνασίας τῶν ὀργάνων ὡς ἐπὶ τὸ πλεῖστον εὐστοχίας οὐκ ἐπιστήμην ἔφυσεν, ἀλλὰ τὴν τέχ- νην, οὕτω καὶ Λιβάνιος ἐκ τοῦ ζήλου τε καὶ τῆς παραθέ- σεως τῆς κατὰ μίμησιν προσαρτῶν ἑαυτὸν καὶ παραξέων ἡγεμόσιν ἀρίστοις, τοῖς ἀρχαίοις, καὶ οἷς ἐχρῆν ἑπόμενος ἐς ἴχνος τε ἄριστον ἐνέβαινε καὶ ἀπήλαυε τῆς ὁδοῦ τὰ εἰκότα.