Ancient Greek
29.13
Euphorion Epic., Fragmenta 29.13
Unproofread scanNot analysed yet
ἀτρεκέως ᾔδει· καὶ γὰρ Ὀμηρικὸς ἦν. 9. Lucian. de hist. conscr. c. 57 μάλιστα δὲ σωφρονητέον ἐν ταῖς τῶν ὄρῶν ἢ τειχῶν ἢ ποταμῶν ἐρμηνείαις, ὡς μὴ δύναμιν λόγων ἀπειροκάλως παρεπιδείκνυσθαι δοκοῖης καὶ τὸ σαυτοῦ δράν παρεῖς τὴν ἱστορίαν, ἀλλ' ὀλίγον προσψάμενος τοῦ χρησίμου καὶ σαφοῦς ἕνεκα μεταβῆση ἐκφυγὼν τὸν ἴδον τὸν ἐν τῷ πράγματι καὶ τὴν τοιαύτην ἀπασαν λιγχείαν, οἷόν τι δράς, ὡς καὶ Ὀμηρος ὁ μεγαλόφρων ποιεῖ, καίτοι ποιητὴς ὢν· παραθεῖ τὸν Τάνταλον καὶ τὸν Ἰξίονα καὶ τὸν Τιτυὸν καὶ τοὺς ἄλλους. εἰ δὲ Παρθένιος ἢ Εὐφορίων ἢ Καλλίμαχος ἔλεγε, πόσοις ἂν οἴει ἐπεσι τὸ ὕδωρ ἄχρι πρὸς τὸ χεῖλος τοῦ Ταντάλου ἤγαγεν· εἶτα πόσοις ἂν Ἰξίονα ἐκύλισε.