Ancient Greek
38.8
Euphorion Epic., Fragmenta 38.8
Unproofread scanNot analysed yet
Etym. M. s. v. πρηγής p. 687, 27 (contraxit Zonar. II 1585) γυνὲς ἐστὶ κυρίως τὸ εἰς γόνυ πεσεῖν· τινὲς δὲ αὐτὸ φασὶ ταὐτὸν τῷ πρηγίζει. κακῶς· διαφέρει γάρ· οὐ δύναται γὰρ τις ἄμα πρηγίζεσθαι καὶ ὠκλακεῖν ἐπὶ τὰ γόνατα. τὸ δὲ πρηγίζεσθαι ἐπὶ τὸ πρόσωπον· ὁ γὰρ Ἡρόδοτος (VI 27) τὸ τοιοῦτον ἐξέφηνε· μεταφορὰ γὰρ χρησάμενος εἶπε τὴν πόλιν εἰς γόνυ πεσεῖν, τοῦτο δηλῶν, ὡς εἰς δουλείαν αὐτὴν ἀπήγαγεν· ὁ δὲ Εὐφορίων οὐκ ὀρθῶς λέγει περὶ τοῦ Διονύσου, ὅτι ταῖς γυναικεῖσι τάξεσιν ἐγκελευσάμενος ἐπρήγισε τὴν Εὐρυμέδοντος πόλιν, τοῦτέστι τὸ Ἄργος. Εὐρυμέδων δὲ ὁ Περσεύς ἐκαλεῖτο.