Ancient Greek
42.8
Euphorion Epic., Fragmenta 42.8
Unproofread scanNot analysed yet
ὡς δὲ πολὺ μᾶλλον αὐτὸν ὑπέρρει τὸ νόσημα, τότε διὰ τῆς τροφοῦ κατεργασάμενος τὴν κόρην λαθραίως αὐτῇ συν- ἐρασθεὶς πολλὰ ἐποιεῖτο εἰς τὸ προσαναγεῖσθαι τὴν κόρην. ὡς δὲ ἐκείνη οὐ πάνυ ἐνεδίδου, ἐνενόειτο δόλῳ καὶ ἀπάτῃ περιγενέσθαι αὐτῆς. πορευομένην οὖν ποτε σὺν θεραπαινίσις ἐπὶ τι τῶν πατρῴων χωρίων, ὃ πλησίον τῆς θαλάσσης ἔκειτο, λοχῆσας εἶλεν. ὡς δὲ ἐκείνη πολὺ μᾶλλον ἀπεμάχετο περὶ τῆς παρθενίας, ὀργισθεὶς Τράμβηλος ἔρριψεν αὐτὴν εἰς τὴν θάλασσαν· ἐτύγχανε δὲ ἀρχιβαθὴς οὖσα. καὶ ἡ μὲν ἄρα οὕτως ἀπολῦλε. τινὲς μέντοι ἔφασαν διωκομένην ἑαυτὴν ρίψαι (adser. γρ. Ἀριστόκριτος ἐν τοῖς περὶ Μιλήτου). Τράμβηλον δὲ οὐ πολὺ μετέπειτα τίσις ἐλάμβανεν ἐκ θεῶν. ἐπειδή γὰρ Ἀχιλλεὺς ἐκ τῆς Λέσβου πολλὴν λείαν ἀποτεμόμενος ἤγαγεν, οὗτος ἐπαγομένων αὐτὸν τῶν ἐχθρῶν βοηθὸν συνίσταται αὐτῷ. ἔνθα δὴ πληγεὶς εἰς τὰ στήρα παραχρῆμα πίπτει. ἀγόμενος δὲ τῆς ἀλκῆς αὐτὸν Ἀχιλλεὺς ἐπὶ ἐμπνουν ἀνέκρινεν, ὅστις τε ἦν καὶ ὅπόθεν. ἐπεὶ δὲ ἔγνω παῖδα Τελαμῶνος ὄντα, πολλὰ κατουδρόμενος ἐπὶ τῆς ἡῖονος μέγα χῶμα ἔχυσεν· τοῦτο ἐπὶ νῦν ἤρων Τραμβήλου καλεῖται.