Ancient Greek
44.1
Euphorion Epic., Fragmenta 44.1
Unproofread scanNot analysed yet
Schol. Clem. Alex. Protr. 27, 11 p. 308, 3 sqq. Stählin. Ἱπποκουντιδῶν] Ἱπποκόων τις ἐγένετο Λακεδαιμόνιος, οὗ υἱοὶ ἀπὸ τοῦ πατρὸς λεγόμενοι Ἱπποκουντίδαι ἑφόνευσαν τὸν Λικυμνίου υἱόν, Οἰωνὸν ὀνόματι, συνόντα τῷ Ἡρακλεῖ, ἀγανακτήσαντες ἐπὶ τῷ πεφονευθῆναι ὑπ' αὐτοῦ κύνα αὐτῶν. καὶ δὴ ἀγανακτήσας ἐπὶ τούτοις ὁ Ἡρακλῆς πόλεμον συγκροτεῖ κατ' αὐτῶν καὶ πολλοὺς ἀναιρεῖ, ὥστε καὶ αὐτὸς τὴν χεῖρα ἐπλήγη. μέμνηται καὶ Ἀλκμάν ἐν α'. μέμνηται καὶ Εὐφορίων ἐν Θράκῃ (θράκη P M) [τῶν Ἱπποκόωντος παίδων τῶν ἀντιμνηστήρων τῶν Διοσκούρων].