Ancient Greek
65.6 to 67.2
Euphorion Epic., Fragmenta 65.6-67.2
Unproofread scanNot analysed yet
πεσσά Ναυπλιάδαο. Eust. ad Od. p. 1397, 8 ὁ δὲ τὰ περὶ Ἑλληνικῆς παιδιᾶς γράψας (Sueton. rel. Reiffersch. 182 p. 322 sqq.) διαφορὰν καὶ αὐτὸς εἰδὼς κύβων καὶ πεσσῶν καὶ παλαιοτάτην εἰπὼν τὴν κυβευτικὴν παιδιάν, παράγει Σοφοκλέους μὲν ἐκ Παλαμήδους τὸ ‘ἐκεῖνος ἐφεῦρε πεσσούς κύβους τε τερπνὸν ἄργίας ἄκος’ (fr. 438 N.) καὶ Εὐφορίωνος τὸ ‘πεσσά Ναυπλιάδαο’. —τε suppl. Mein. πολλάκι οὐ κλισίῃσι Πυληγενέεσσί τε νηυσὶν ἐννύχιοι πίλναντο νόσων ἄπερ ἱπτήρος. Schol. T U Hom. K 18 πρὸ ὀλίγου δὲ χωρισθεὶς (Agamemno a Nestore) ὡς ἂν εἰς ἰατροῦ νοσῶν θέλει φοιτᾶν πάλιν, ὡς που καὶ Εὐφορίων φησὶν ‘πολλάκι’ κτλ. ὃς ῥά τε πᾶσιν εἴκτο θαλάσσιος ἧυτε Πρωτεύς. Schol. Ap. Rh. I 156 ὅτι Νηλήος παῖς Περικλύμενος, δήλον. —τοῦτον δὲ ὡς ἐγγονον αὐτοῦ ὁ Ποσειδῶν, Νηλεύς γὰρ Ποσειδῶνος, καὶ τοῖς ἄλλοις ἐκόσμησεν καὶ ἐχαρίσατο αὐτῷ εἰς πάντα μεταβάλλεσθαι, ὡς καὶ ὁ Εὐφορίων ‘ὃς ῥά τε’ κτλ. —Exscripsit Eudocia p. 333. οὐ γὰρ Ἀλῆσιοί ἐστε. Steph. Byz. p. 72, 17 Ἀλῆσιον, τῆς Ἠλίδος —τὸ ἔθνικὸν Ἀλῆσιεύς, ὡς Βουπρασσιεύς. (ἔστι καὶ Ἀλῆσιον πεδίον τῆς Ἠπείρου, ὡς πηγνυμένου ἐκεῖ πολλοῦ ἁλός.) ὁ δὲ Εὐφορίων ‘οὐ γὰρ Ἀλῆσιοί ἐστε’ φησίν. οἱ δ’ οὔπω Ἐιμόεντος Ἀχαιίδας ἄρσαμεν ἵππους. fr. 4) δ' ἐν τῇ πρώτῃ τῶν πρὸς Ἡρακλεόδωρον ἀντιδοξουμένων μέμνηται τινος ἐπιστολῆς οὕτως ἔχούσης· 'Βασιλεὺς Σκυθῶν Ἀτοίας Βυζαντίων δήμω. μὴ βλάπτετε προσόδους ἡμᾶς, ἵνα μὴ ἐμαὶ ἵπποι ὑμέτερον ὕδωρ πίωσι'. συμβολικῶς γὰρ ὁ βάρβαρος τὸν μέλλοντα πόλεμον αὐτοῖς ἐπάγεσθαι παρεδήλωσεν. ὁμοίως καὶ Εὐφορίων ὁ ποιητὴς τὸν Νέστορα παράγει λέγοντα· 'οἱ δ"' κτλ. Schol. Lyc. 658 Στσίχορός (fr. 70) φησιν Ὀδυσσέα ἐπὶ τῆς ἀσπίδος φέρειν δελφῖνος τύπον· καὶ Εὐφορίων δὲ τούτω συμφθέγγεται. Ioh. Lydus de mens. IV 140 περὶ τοῦ δουρείου ἵππου ὁ Εὐφορίων φησιν πλοῖον γενέσθαι τοῖς Ἕλλησιν Ἵππον λεγόμενον. ἕτεροι δὲ φασιν πύλην γενέσθαι οὕτω προσαγορευομένην ἐν τῇ Τροίᾳ, δι' ἧς εἰσῆλθον οἱ Ἕλληνες.