Ancient Greek
69.4
Euphorion Epic., Fragmenta 69.4
Unproofread scanNot analysed yet
Helladius ap. Photium bibl. c. 279 p. 532 b 18 sq. B. ὅτι παρὰ Εὐφορίωνι τῷ φύσει μὲν Χαλκιδεῖ, θέσει δὲ Ἀθηναίῳ, κακοήθους ἐστὶν εὑρεῖν λέξεις· καὶ γὰρ τὸν Ἴασονα ναυαγὸν εἶπεν, ὅπερ οὐ νεναυγηκότα μᾶλλον, τὸν δὲ ναῦν ἄγοντα δηλοῖ· καὶ τὸν τὰ χρυσὰ μῆλα τῶν Ἑσπερίδων φρουροῦντα ὄφιν κηπουρὸν ὠνόμασε. παρεξήλωσε δὲ τὸν πρῶτον Διονύσιον τὸν Σικελίας τύραννον, ὃς ὑπὸ τῆς ἐξουσίας καὶ τῶν κολάκων καὶ τῆς τρυφῆς διαφθειρόμενος ἐπεχείρησε καὶ τραγῳδίας γράφειν, ἐν αἷς καὶ τοιαῦτα συνεφόρησε ῥήματα, τὸ μὲν ἄκοντιον καλῶν βαλάντιον, τὸν δὲ κάδον ἐλκύδιον, σκέπαρον δὲ τὸ ξίριον, τὴν δὲ χλαῖναν ἐριώλην, οἷον ὀλεθρον οὖσαν τῶν ἐρίων, καὶ πολλὰ τοιαῦτα καταγέλαστα.