Ancient Greek
70.3 to 71.1
Euphorion Epic., Fragmenta 70.3-71.1
Unproofread scanNot analysed yet
χθιζόν μοι κνῶσσοντι παρ' Ἀργανθώνιον αἴπος. Etym. M. p. 135, 26 Ἀργανθών· ἄμφ' Ἀργανθώνειον ὄρος προχόας τέ Κίοιο (Ap. Rh. I 1178). τινὲς δὲ Ἀργανθώνην αὐτὴν φασιν. Εὐφορίων δὲ καὶ Φιλέας Ἀργανθώνιον λέγουσι διὰ τοῦ ἰ οἷον 'χθιζόν' κτλ. Schol. Theocr. XIII 7 τὸν Ὕλαν Σωκράτης (FHG IV 498) υἱὸν Ἡρακλέους φησίν, Ἀπολλώνιος δὲ ὁ Ῥόδιος Θειοδάμαντος (I 1213, 1355), δὲ Κήϊκος (fr. 48), Εὐφορίων δὲ Πολυφήμου τοῦ Ποσειδῶνος ἐρώμενον, καὶ ἄλλοι ἄλλων. Schol. Ap. Rh. I 40 —τὸν δὲ Πολύφημον Ἑλάτου παῖδα εἶπεν Ἀπολλώνιος (1241), Σωκράτης δὲ καὶ Εὐφορίων Ποσειδῶνος. —Exser. Eud. p. 341. Schol. Ap. Rh. I 1207 τὸν Ὕλαν ὁ μὲν Ἀπολλώνιος Θειοδάμαντός φησιν υἱὸν εἶναι, Ἑλλάδικος δὲ Θειομένους —Σωκράτης δὲ ἐν τῷ πρὸς Εἰδόθεόν φησι τὸν Ὕλαν ἐρωμένον Πολυφήμου καὶ οὐχ Ἡρακλέους γενέσθαι.