Ancient Greek
74.3
Euphorion Epic., Fragmenta 74.3
Unproofread scanNot analysed yet
ἥδ᾽ ὅσα προτέροισιν ἀείδεταί Εὐρύβατοισιν. Ioannis diaconi comm. ad Hermogen. Περὶ μεθόδου δεινότητος cod. Vatic. 2228 f. 462 (ed. Rabe M. Rh. LXIII p. 140 sq.) ᾽Ο δὲ Εὐρύβατος παλίμβολος γέγονεν ἀνήρ, ὡς ᾽Αριστοφάνης ἐν τινὶ τῶν δραμάτων φησίν (fr. 184 K.) ᾽ἤδη τις ὑμῶν εἶδεν Εὐρύβατον Δία᾽; ὁ δὲ ᾽Αριστοτέλης ἐν πρώτῳ Περὶ δικαιοσύνης (fr. 84 Rose) τάδε φησὶ περὶ αὐτοῦ, κλέπτην μὲν αὐτὸν γενέσθαι, ἀλόντα δὲ ἐπ᾽ αὐτοφώρῳ δεθῆναι καὶ δημοσίᾳ φυλάττεσθαι· κάκειθεν τοὺς φυλάττοντας ἐπιθυμοῦντας θεάσασθαι, ὅπως διὰ τῶν τοίχων ἀνίων εἰς τὰς οἰκίας παρίοι, λύσαντας αὐτὸν ἐπιδείκνυσθαι παρακαλεῖν· τὸν δὲ —οἴχεσθαι φεύγοντα. ἄλλοι δὲ φασιν ἄνδρα τοῦτον ᾽Εφέσιον εἶναι καὶ λαβόντα χρήματα παρὰ Κροίσου, ὥστε στρατιὰν συναγαγεῖν εἰς τὸν ἐπὶ Πέρσας