Ancient Greek
75.3
Euphorion Epic., Fragmenta 75.3
Unproofread scanNot analysed yet
Plut. Symp. 676 F ὡς ἡ μὲν πίτυς ἦν στέμμα τῶν ἀγῶνων πάτριον, ἐκ δὲ Νεμέας κατὰ Ζήλον ὁ τοῦ σελίνου στέφανος ξένος ὧν ἐπείσῆλθε δι’ Ἡρακλέα καὶ κρατήσας ἠμάρῳσεν ἐκεῖνον —εἶτα μέντοι χρόνῳ πάλιν ἀνακτησαμένη τὸ πάτριον τέρας ἡ πίτυς ἀνθεῖ τῇ τιμῇ. ἐγὼ γοῦν ἀνεπειθόμην καὶ προσεῖχον, ὥστε καὶ τῶν μαρτυριῶν ἐκμαθεῖν πολλὰ καὶ μνημονεύειν, Εὐφορίωνα μὲν οὕτω πως περὶ Μελικέρτου λέγοντα· ‘κλαίοντες —ἔβαλοντο’. Καλλίμαχον δὲ μᾶλλον διασαφοῦντα· λέγει δ’ ὁ Ἡρακλῆς αὐτῷ περὶ τοῦ σελίνου· ‘καὶ μιν Ἀλτιάδαι, πολὺ γεγειότερον τοῦδε παρ’ Αἰγιάωνι θεῷ τελόντες ἀγῶνα, θήσουσιν νίκης σύμβολον Ἰσθμιάδος Ζήλῳ τῶν Νεμέθες· πίτυν δ’ ἀποτιμήσουσιν, ἢ πρὶν ἀγωνιστὰς ξστεφε τοὺς Ἐφύρη’ (fr. 103).