Ancient Greek
78.1 to 79.4
Euphorion Epic., Fragmenta 78.1-79.4
Unproofread scanNot analysed yet
ἀγχίαλον Βραυρώνα, κενηρίον Ἰφιγενείας. Schol. Arist. Lysistr. 645 οἱ δὲ τὰ περὶ Ἰφιγένειαν ἐν Βραυρώνι φασιν, οὐκ ἐν Αὐλίδι. Εὐφορίων ἀγχίαλον —Ἰφιγενείας. δοκεῖ δὲ Ἀγαμέμνων σφαγιάσαι τὴν Ἰφιγένειαν ἐν Βραυρώνι, οὐκ ἐν Αὐλίδι. καὶ ἄρκτον ἀντ᾽ αὐτῆς οὐκ ἔλαφον φονευθῆναι. ὅθεν μυστήριον ἄγουσιν αὐτή (τὸ ἄρkteύεσθαι respicit). τέκνον, μὴ σύ γε μητρὸς ἀπ᾽ ἀνθερεῶνας ἀμήσης, ἡλίους ἥτις σε τριηκοσίους ἐφόρησα, τέκνον, ὑπὸ ζῶνη, φοβερὰς δ᾽ ὠδῖνας ἀνέτλην ἐς φῶς ἐρχομένου, λαρόν δ᾽ ἐπὶ χείλεσι πρώτη μαστὸν ἐπισχομένη λευκῷ σ᾽ ἐμίσα γάλακτι. Et. M. p. 109, 27 ἀνθερεῶν· ὁ ἐπὶ τοῦ γενείου τόπος διὰ τὸ δι᾽ αὐτοῦ θορεῖν τὸ πνεῦμα. —οἱ δὲ παρὰ τὴν ἄνθησιν τῶν τριχῶν. κατηγοροῦσι τοῦ Εὐφορίωνος (sic Va, Εὐφρωνίωνος rell.) εἰπόντος· ἰτέκνον —ἀμήσης. Et. M. 414, 19 Ζωστήρ· θύραξ, ζώνη· καὶ τόπος τῆς Ἀττικῆς· Εὐφορίων· ‘οὗτος —πέδον’. καὶ Ζωστήριος Ἀπόλλων παρὰ Ἀθηναίοις τιμώμενος καὶ ἥδ’ ἐπαπειλήσας Ζωστηρίῳ Ἀπόλλωνι. φασί γὰρ τὴν Λητῶ ὠδίνουσαν ἐκεῖσε τὴν ζῶνην λύσαι. φοιταλέος διὰ πᾶσαν ἄδην ἐπάτησε κοθόρνῳ. Schol. Ap. Rh. IV 55 φοιταλέην· ἐμμανῆ, μανιωδῶς πορευομένην· φοῖτος γὰρ ἡ μανία λέγεται. καὶ Εὐφορίων· ‘φοιταλέος’ κτλ. πρόπρο δέ μιν δασπλήτες ὀφειλομένην οἶμον <γῆλοφον εἰς> ἀρήτα θυγατριδέαι Φόρκυνος Εὐμενίδες ναρκίσσου ἐπιστεφέες πλοκαμίδας. Schol. Soph. Oed. Col. 681 ὅτι δὲ (ὁ νάρκισσος) Ἐρινύων ἐστὶ τὸ στεφάνωμα, δῆλον ἐν οἷς Εὐφορίων φησί· ‘πρόπρο δέ μιν’ κτλ.