Ancient Greek
84.9 to 86.4
Euphorion Epic., Fragmenta 84.9-86.4
Unproofread scanNot analysed yet
Cfr. schol. TV Hom. B 212. Φερεκύδης δὲ καὶ τοῦτον (Θερσίτην) ἕνα τῶν ἐπὶ τὸν Καλυδώνιον κάπρον στρατευομένων φησιν· ἐκκλίνοντα (δὲ) τὴν τοῦ συὸς μάχην ὑπὸ Μελεάγρου κατακρημνισθῆναι. διὸ καὶ λελωβῆσθαι τὸ σῶμα. Schol. Ap. Rh. I 1117 καὶ Εὐφορίων δὲ ἐκ τούτου (cfr. Ap. Rh. I 1117—1125) κινηθεὶς τὸ ξόανον τῆς μητρὸς τῶν θεῶν φησὶν ἀμπέλινον εἶναι διὰ τὸ τὴν ἀμπελον ἴσως ἱερὰν εἶναι τῆς Ῥέας. ἀλλ’ οὔπω Θήβη πεπρωμένα κεῖτο τάλαντα, τὴν ῥά ποτε Κρονίδης δῶρον πόρε Περσεφονείῃ, ὃν γαμέτην ὅτε πρῶτον ὀπτησάσθαι ἔμελλε νυμφιδίου σπείροιο παρακλίνασα καλύπτην. Schol. MTAB Eur. Phoen. 682 δεδοῦσθαι γὰρ τὰς Θήβας τῇ Περσεφόνη ὑπὸ Διὸς ἀνακαλυπτήρια, ὡς Εὐφορίων· ‘ἀλλ’ οὔπω’ κτλ. κεβληγόνου Ἀτρυτώνης. Schol. Nic. Al. 433 μήκωνος κεβληγόνου] τῆς ἐν τῇ κεφαλῇ τὸν γόνον ἔχούσης, ὅ ἐστι τὸ σπέρμα· συγγενὲς γὰρ τὸ β τῷ φ. καὶ Καλλίμαχος (fr. 140) ‘ἄμφι δὲ κέβλην εἰργμένος ἀγλίδων οὐλον ἔχει στέφανον’ —καὶ Εὐφορίων περὶ τῆς Ἀθηνᾶς ‘κεβληγόνου Ἀτρυτώνης’. —Εὐφορίδης G. τὸν Πᾶνα οἱ μὲν Πηνελόπης φασὶ <υἱὸν καὶ πάντων τῶν μυη-στήρων, ὅθεν καὶ Πᾶνα λέγεσθαι> (suppl. Schwartz, cfr. Münzel Quæst. mythogr. Berol. 1883 p. 15), —ἄλλοι δὲ Ἀπόλλωνος καὶ Πηνελόπης, <οἱ δὲ Ὀδυσσέως καὶ Πηνελόπης> (suppl. Schw.) ,ὡς καὶ Εὐφορίων, <ὁ δεινὰ δὲ Ἑρμοῦ καὶ Πηνελόπης> (Schw.) ,ὧν ἐθρεψαν νύμφαι· διὸ καὶ νυμφαγενὴ αὐτὸν φησι τραφέντα παρ' ἐκείναις κτλ. βουκολέων Τρηχινίδα Τυφρηστοῖο αἰπῆς. Schol. Lyco phr. 420 Τυφρηστός καὶ πόλις καὶ ὄρος. λέγεται καὶ οἱ γείνατο κοῦρον, ὃς οὐκ ἠλέκτορα εἶδεν. Clem. Al. Str. IV c. 5, 24 αὐτίκα πρὸς τῶν ποιητῶν τυφλὸς ἐκ γενετῆς κρύπτεται (ὁ Πλοῦτος)· 'καὶ οἱ —εἶδεν' φησὶν ὁ Χαλ-κιδεύς Εὐφορίων. στεψαμένη θαλεροῖσι συνήντετο δικτάμνοισι. Schol. Arat. 33 δοκεῖ δὲ πρὸς εὐτοκίαν συμβάλλεσθαι αὐτὸ (τὸ δίκταμνον). ψ καὶ τὴν Εἰλειθυίαν στέφουσι· καὶ ποὺ ἐπ' αὐτῆς Εὐφορίων· 'στεψαμένη' κτλ.