Ancient Greek
90.1
Euphorion Epic., Fragmenta 90.1
Unproofread scanNot analysed yet
Athen. II p. 44 F Εὐφορίων δὲ Χαλκιδεὺς οὕτω που γράφει· ‘Λασύρτας ὁ Λασιώνιος οὐδὲν προσεδείτο ποτοῦ καθάπερ οἱ ἄλλοι, οὐρὸν δὲ προῖετο καθάπερ πάντες ἄνθρωποι. καὶ πολλοὶ διὰ φιλοτιμίαν ἐπεχείρησαν παρατηρήσαι· καὶ ἀπέστησαν πρὸ τοῦ εὑρεῖν τὸ πραττόμενον. θέρους γὰρ ὥρα καὶ τριακονηήμερον δ προσεδρεύοντες καὶ οὐδενὸς μὲν ὁρῶντες ἀπεχόμενον ἄλμυροῦ, τὴν κύστιν δ’ αὐτοῦ ἔχοντα, συνεπεῖσθησαν ἀληθεύειν. ἐχρῆτο δὲ καὶ τῷ ποτῷ, ἀλλ’ οὐδὲν ἧττον οὐ προσεδείτο τούτου.