Ancient Greek
158
Eupolis Comic., Fragmenta 158
Unproofread scanNot analysed yet
Ἀλκιβιάδης ἐκ τῶν γυναικῶν ἐξίτω. B. τί ληρεῖς; οὐχ οἶκαδ’ ἐλθὼν τὴν σεαυτοῦ γυμνάσεις δάμαρτα; ἀλλὰ δίαιταν ἣν ἔχουσ’ οἱ κόλακες πρὸς ὑμᾶς λέξομεν· ἀλλ’ ἀκούσαθ’ ὡς ἐσμέν ἀπαντα κομῶοι ἄνδρες· ὅτῳσι πρῶτα μὲν παῖς ἀκόλουθός ἐστιν ἀλλότριος τὰ πολλά, μικρὸν δὲ τι κάμὼν αὐτοῦ. ἱματίῳ δέ μοι δὺ’ ἐστὸν χαρίεντε τούτω, οἶν μεταλαμβάνων ἀεὶ θάτερον ἐξελαύνω εἰς ἀγοράν. ἐκεῖ δ’ ἐπειδὰν κατιδῶ τιν’ ἄνδρα ἠλίδιον, πλουτοῦντα δ’, εὐθὺς περὶ τούτον εἰμί. κἄν τι τύχῃ λέγων ὁ πλούταξ, πάνυ τοῦτ’ ἐπαινῶ, καὶ καταπλήττομαι δοκῶν τοῖσι λόγοισι χαίρειν. εἴτ’ ἐπὶ δεῖπνον ἐρχόμεσθ’ ἀλλυδὶς ἄλλος ἡμῶν μάξαν ἐπ’ ἀλλόφυλον, οὐ δεὶ χαρίεντα πολλά τὸν κόλακ’ εὐθέως λέγειν, ἢ ’κφέρεται θύραζε. οἶδα δ’ Ἀκέστορ’ αὐτὸ τὸν στιγματίαν παθόντα· σκῶμμα γὰρ εἴπ’ ἀσελγές, εἴτ’ αὐτὸν ὁ παῖς θύραζε ἐξαγαγὼν ἔχοντα κλοιδὸν παρέδωκεν Οἰνεῖ. Athenaeus 6, 236 e οἱ δ’ ἀρχαῖοι ποιηταὶ τοὺς παρασίτους κόλακας ἐκάλουν, ἀφ’ ὧν καὶ Εὐπόλις τῷ δράματι τὴν ἐπιγραφήν ἐποιήσατο, τὸν χορὸν τῶν Κολάκων ποιήσας τάδε λέγοντα κτλ. 9. Pollux 3, 109 ὁ δ’ Εὐπόλιδος πλούταξ πέπαικται. cf. Eustath. 1091, 57. 2. ἀπαντα Hermannus] ἀπαντες. 3. ὅτῳσι Porsonus apud Gaisford. Heph.] τοῖσι. 4. κάμὼν Hermannus] κάμωv. Bergkius κάμός. τὸ κάμνον Porsonus et Cobet. 5. τούτω, οἶν Porsonus] τούτοιν. 7. τιν’ Dindorf.] τι οὖν A. 8. εἰμί Grotius] εἶμι. 9. πλουταξ] πλούταξ A. 13. εὐθέως Grotius Excerpt. 501] εὐθὺς. ’κφέρεται Bergkius] φέρεται. 15. εἴπ’ ἀσελγές Porsonus] εἴπας ἔλεγες A. θύραζε Grotius] θύραζ’. 16. κλοιδὸν] κλῶδον Meinek. cf. Eur. Cycl. 235. Aristoph. Vesp. 897. Bekker. Anecd. 49, 5. Οἰνεῖ] κοινῶ Bergk. Comment. crit. I 28.