Ancient Greek
357
Eupolis Comic., Fragmenta 357
Unproofread scanNot analysed yet
ἀλλ' ἀκούετ', ὦ θεαταί, τάμὰ καὶ ξυνίετε δήματ'· εὐθὺ γὰρ πρὸς ὑμᾶς πρῶτον ἀπολογήσομαι. ὅ τι παθόντες τοὺς ξένους μὲν λέγετε ποιητὰς σοφούς, ἣν δέ τις τῶν ἐνθάδ' αὐτοῦ μηδὲ ἐν χειρὸν φροντῶν ἐπιτιδῆται τῇ ποιήσει, πάνυ δοκεῖ κακῶς φρονεῖν, μαίνεται τε καὶ παραρρεῖ τῶν φρενῶν τῷ σῷ λόγῳ. ἀλλ' ἐμοὶ πείθεσθε πάντως. μεταβαλόντες τοὺς τρόπους μὴ φθονεῖθ' ὅταν τις ἡμῶν μουσικῇ χαίρῃ νέων.