Ancient Greek
98
Eupolis Comic., Fragmenta 98
Unproofread scanNot analysed yet
ΠΕΡΙΚΛ. ὁ νόθος δέ μοι ζῇ; ΜΥΡΩΝΙΔ. καὶ πάλαι γ' ἂν ἦν ἀνήρ, εἰ μὴ τὸ τῆς πόρνης ὑπωφρώδει κακόν. Plutarchus Pericl. 24 δοκεῖ δὲ καὶ τὸν νόθον ἐκ ταύτης ('Ασπα- σίας) τεκνωθῆναι, περὶ οὗ πεποίηκεν Εὐπολις ἐν Δήμοις αὐτὸν μὲν οὕτως ἐρωτῶντα· ὁ —ζῇ; τὸν δὲ Μυρωνίδην ἀποκρινό- μενον· καὶ πάλαι γ' κτλ. Harpocrat. 37, 18 δοκεῖ ἐξ αὐτῆς ἐσχη- κέναι ὁ Περικλῆς τὸν ὁμώνυμον αὐτῷ Περικλέα τὸν νόθον, ὡς ἐμ- φαίνει καὶ Εὐπολις ἐν τοῖς Δήμοις. Schol. Platonis 391 Bekk. ἔσχε δὲ ἐξ αὐτῆς ὁ Περικλῆς νόθον υἱόν, ἐφ' ᾧ καὶ ἐτελεύτα τῶν γνησίων προαποθανόντων, ὡς Εὐπολις Δήμοις. 'nisi id ipsum, quod