Ancient Greek · ~3 min
δ′. Τῷ αὐτῷ.
Euripides Epistulae, Epistulae 2-3
Not analysed yet
(2) καὶ μέμνησο τούτων, ὦ βέλτιστε Ἀρχέλαε, ὅτι τὰ μὲν ἄλλα οὐδὲν πλέον ἢ πολλοὺς πόνους καὶ πολλὰς φροντίδας ἔδωκέ σοι ὁ θεός, ἓν δὲ ἔδωκεν ἀγαθὸν, δύνασθαι εὖ ποιεῖν οὓς ἂν ἐθέλῃς, θέλειν δὲ δεῖ τοὺς ἀξίους. καὶ τὰ μὲν ἄλλα ἐπ’ αὐτῷ βουλομένῳ ἐστὶν ἀφελέσθαι, ἓν δὲ οὐδὲ βουληθείς ποτε ἀφαιρήσεται, τὸ πολλοὺς εὖ πεποιηκέναι. ὥστε εὖ ἴσθι, ὅτι οὐδεμία μείζων ἀνδρὶ γενομένῳ ποτὲ ἐν δυνάμει μεταμέλεια καὶ πολυωδυνία γίγνεται ἢ εἰ διδόντος τοῦ θεοῦ μηδένα ἔδρασεν ἀγαθὸν μηδὲ ἕν, βουλομένῳ δὲ δρᾶν πέπαυται διδοὺς ὁ θεός. ἀλλ’ οὐ σύ γε ἂν τοῦτο πώποτε πάθοις, οὐδὲ ἀνιάσῃ ὅτι οἴχεται ὁ καιρὸς εἰς ἀνθρώπων εὐεργεσίαν ἀνεθεὶς φροῦδος ἤδη καὶ πέπαυται παρὼν ὁ θεός, ἀλλὰ καὶ παρέσται μὲν ἀεὶ καὶ στήσεται κατόπιν ἀξίῳ γε ὄντι καὶ χρωμένῳ ταῖς ἑαυτοῦ χάρισι δεξιῶς.