Ancient Greek · ~4 min
ε′. Κηφισοφῶντι.
Euripides Epistulae, Epistulae 5
Not analysed yet
(5) ἀλλ’ ἡ μὲν δύναμις ἡμῖν καὶ μένουσιν Ἀθήνησιν ἡ παρὰ Ἀρχελάου καὶ πάλαι ἦν, ἄλλως τε καὶ Κλίτων οὐ τοσοῦτον ἐδύνατο μέγα τοῦ μὴ ἄλλον ἢ ὃν προῃρούμην ἐξ ἀρχῆς τρόπον βιοῦν ἐμέ, μηδ’ ὅπου μὴ ἐθέλοιμι ἀποθανεῖν, τελευταῖον δὲ καὶ παρέχειν λόγους ἐσαεὶ τοῖς κακῶς βουλομένοις ἡμᾶς λέγειν. εἰ δὲ δὴ καὶ δυνάμεώς τινος ὠρέχθημεν, τί ἄλλο ταύτῃ τῇ δυνάμει ἢ πρῶτον μὲν εἰς τὰ τῆς πόλεως, ἔπειτα εἰς τὰ τῶν φίλων χρήσεσθαι ἐμέλλομεν ἀλαζονείας τε ἕνεκα πολὺ ἂν μᾶλλον ἐν ὄψει τῶν τε φίλων καὶ οὐχ ἥκιστα τῶν ἐχθρῶν δύνασθαί τι ἐβουλόμεθα. καὶ μὴν εὐμετάβολόν γέ με οὔτε εἰς τὰ ἐπιτηδεύματα οὕτε εἰς ὑμᾶς τοὺς φίλους καὶ οὐχ ἦσσον εἰς τοὺς ἐχθροὺς σκοπῶν εἴποι τις ἄν, οἷς ἅπασιν ἐκ νέου μέχρι τοῦ νῦν τοῖς αὐτοῖς τοῖς κέχρημαι πλὴν ἑνὸς ἀνδρός, Σοφοκλέους· πρὸς γὰρ δὴ τοῦτον μόνον ἱσασί με τάχα οὐχ ὁμοίως ἀεὶ τὴν γνώμην ἔχοντα.