Ancient Greek · ~1 min
Fragment 1
Euripides, Epinicium in Alcibiadem (fragmenta) 1
Not analysed yet
σὲ δ' ἄγαμαι,
ὦ Κλεινίου παῖ· καλὸν ἁ νίκα,
κάλλιστον δ', ὃ μήτις ἄλλος Ἑλλάνων,
ἅρματι πρῶτα δραμεῖν καὶ δεύτερα καὶ τρίτα<τα>,
βῆναί τ' ἀπονητὶ Διὸς στεφθέντ' ἐλαίαι
κάρυκι βοὰν παραδοῦναι.