Ancient Greek
Fragment 1052
Euripides, Fragmenta 1052
Not analysed yet
νεανίας γὰρ ὅστις ὢν Ἄρη στυγῇ,
κόμη μόνον καὶ σάρκες, ἔργα δ’ οὐδαμοῦ.
ὁρᾷς τὸν εὐτράπεζον ὡς ἡδὺς βίος
ὃ τ’ ὄλβος ἔξωθέν τίς ἐστι πραγμάτων·
ἀλλ’ οὐκ ἔνεστι στέφανος οὐδ’ εὐανδρία,
εἰ μή τι καὶ τολμῶσι κινδύνου μέτα·
οἱ γὰρ πόνοι τίκτουσι τὴν εὐανδρίαν,
ἡ δ’ εὐλάβεια σκότον ἔχει καθ’ Ἑλλάδα,
τὸ διαβιῶναι μόνον ἀεὶ θηρωμένη.