Ancient Greek
Fragment 1059
Euripides, Fragmenta 1059
Not analysed yet
δεινὴ μὲν ἀλκὴ κυμάτων θαλασσίων,
δειναὶ δὲ ποταμῶν καὶ πυρὸς θερμοῦ πνοαί,
δεινὸν δὲ πενία, δεινὰ δ’ ἄλλα μυρία,
ἀλλ’ οὐδὲν οὕτω δεινὸν ὡς γυνὴ κακόν·
οὐδ’ ἂν γένοιτο γράμμα τοιοῦτον γραφῇ
οὐδ’ ἂν λόγος δείξειεν. εἰ δέ του θεῶν
τόδ’ ἐστὶ πλάσμα, δημιουργὸς ὢν κακῶν
μέγιστος ἴστω καὶ βροτοῖσι δυσμενής.