Ancient Greek
Fragment 1064
Euripides, Fragmenta 1064
Not analysed yet
ἀλλ’ ἴσθ’, ἐμοὶ μὲν οὗτος οὐκ ἔσται νόμος,
τὸ μὴ οὐ σὲ μῆτερ προσφιλῆ νέμειν ἀεὶ
καὶ τοῦ δικαίου καὶ τόκων τῶν σῶν χάριν.
στέργω δὲ τὸν φύσαντα τῶν πάντων βροτῶν
μάλισθ’· ὁρίζω τοῦτο, καὶ σὺ μὴ φθόνει·
κείνου γὰρ ἐξέβλαστον· οὐδ’ ἂν εἷς ἀνὴρ
γυναικὸς αὐδήσειεν, ἀλλὰ τοῦ πατρός.