Ancient Greek
Fragment 1073
Euripides, Fragmenta 1073
Not analysed yet
οὐ χρή ποτ’ ὀρθαῖς ἐν τύχαις βεβηκότα
ἕξειν τὸν αὐτὸν δαίμον’ εἰς ἀεὶ δοκεῖν·
ὁ γὰρ θεός πως, εἰ θεόν σφε χρὴ καλεῖν,
κάμνει ξυνὼν τὰ πολλὰ τοῖς αὐτοῖς ἀεί.
θνητῶν δὲ θνητὸς ὄλβος· οἱ δ’ ὑπέρφρονες
καὶ τῷ παρόντι τοὐπιὸν πιστούμενοι
ἔλεγχον ἔλαβον τῆς τύχης ἐν τῷ παθεῖν.