Ancient Greek
Fragment 1079
Euripides, Fragmenta 1079
Not analysed yet
οὐκ ἔστι λύπης ἄλλο φάρμακον βροτοῖς
ὡς ἀνδρὸς ἐσθλοῦ καὶ φίλου παραίνεσις·
ὅστις δὲ ταύτῃ τῇ νόσῳ ξυνὼν ἀνὴρ
μέθῃ ταράσσει καὶ γαληνίζει φρένα,
παραυτίχ’ ἡσθεὶς ὕστερον στένει διπλᾶ.