Ancient Greek · Iambic trimeter
Fragment 1109
Euripides, Fragmenta 1109
Not analysed yet
ὦ τοῦ μεγίστου Ζηνὸς ἄλκιμον τέκος
Παλλάς, τί δρῶμεν; οὐκ ἐχρῆν ἡμᾶς ἔτι
μέλλειν Ἀχαιῶν ὠφελεῖν στρατεύματα.
νῦν γὰρ κακῶς πράσσουσιν ἐν μάχῃ δορὸς
λόγχῃ βιαίως Ἕκτορος στροβούμενοι.
ἐμοὶ γὰρ οὐδὲν ἔστιν ἀλγέων ἄκος,
ἐξ οὗ γ’ ἔκρινε Κύπριν Ἀλέξανδρος θεὰν
κάλλει προήκειν τῆς ἐμῆς εὐμορφίας
καὶ σῆς, Ἀθάνα, φιλτάτης ἐμοὶ θεῶν,
εἰ μὴ κατασκαφεῖσαν ὄψομαι πόλιν
Πριάμου βίᾳ πρόρριζον ἐκτετριμμένην.