Ancient Greek · ~3 min
Fragment 122
Euripides, Fragmenta 122
Not analysed yet
Ar. Thesm. 1029―1041:
ὁρᾶς; οὐ χοροῖσιν
οὐδ’ ὑφ’ ἡλίκων νεανίδων
. . . . ἕστηκx ’ἔχουσ’,
ἀλλ ἐν πυκνοῖςx δεσμοῖσιν ἐμπεπλεγμένη
κήτει βορὰ . . . πρόκειμαι.
γαμηλίῳ μὲν οὐ ξὺν
παιῶνι, δεσμίῳ δέ,
γοᾶσθέ μ’, ὦ γυναῖκες, ὡς
μέλεα μὲν πέπονθα μέλεος,
ὦ τάλας ἐγὼ τάλας,
ἀπὸ δὲ συγγόνων τάλαν’ ἄνομα πάθεα
φῶτά τε λιτομένα,
πολυδάκρυτον Ἀίδα γόον φλέγουσαν
et mox v. 1047―1055:
ἰὼ μοίρας ἄτεγκτε δαίμων·
ὦ κατάρατος ἐγώ·
τίς ἐμὸν οὐκ ἐπόψεται
πάθος ἀμέγαρτον ἐπὶ κακῶν παρουσίᾳ;
εἴθε με πυρφόρος ἀστεροπητὴς
τὸν βάρβαρον ἐξολέσειεν.
οὐ γὰρ ἔτ’ ἀθανάταν φλόγα λεύσσειν
ἐστὶν ἐμοὶ φίλον, ὡς ἐκρεμάσθην
λαιμότμητ’ ἄχη, δαιμονῶν αἰόλαν
νέκυσιν ἐπὶ πορείαν.