Ancient Greek · ~1 min
Fragment 206
Euripides, Fragmenta 206
Not analysed yet
ὦ παῖ, γένοιντ’ ἂν εὖ λελεγμένοι λόγοι
ψευδεῖς, ἐπῶν δὲ κάλλεσιν νικῷεν ἂν
τἀληθές· ἀλλ’ οὐ τοῦτο τἀκριβέστατον,
ἀλλ’ ἡ φύσις καὶ τοὐρθόν· ὃς δ’ εὐγλωσσίᾳ
νικᾷ, σοφὸς μέν, ἀλλ’ ἐγὼ τὰ πράγματα
κρείσσω νομίζω τῶν λόγων ἀεί ποτε.