Ancient Greek · ~1 min
Fragment 292
Euripides, Fragmenta 292
Not analysed yet
πρὸς τὴν νόσον τοι καὶ τὸν ἰατρὸν χρεὼν
ἰδόντ’ ἀκεῖσθαι, μὴ ἐπιτὰξ τὰ φάρμακα
διδόντ’, ἐάν μὴ ταῦτα τῇ νόσῳ πρέπῃ.
νόσοι δὲ θνητῶν αἵ μέν εἰσ’ αὐθαίρετοι,
αἳ δ’ ἐκ θεῶν πάρεισιν, ἀλλὰ τῷ νόμῳ
ἰώμεθ’ αὐτάς. ἀλλά σοι λέξαι θέλω,
εἰ θεοί τι δρῶσιν αἰσχρόν, οὐκ εἰσὶν θεοί.