Ancient Greek · ~1 min
Fragment 322
Euripides, Fragmenta 322
Not analysed yet
ἔρως γὰρ ἀργὸν κἀπὶ τοιούτοις ἔφυ·
φιλεῖ κάτοπτρα καὶ κόμης ξανθίσματα,
φεύγει δὲ μόχθους. ἓν δέ μοι τεκμήριον·
οὐδεὶς προσαιτῶν βίοτον ἠράσθη βροτῶν,
ἐν τοῖς δ’ ἔχουσιν ἡβητὴς πέφυχ’ ὅδε.