Ancient Greek · ~1 min
Fragment 324
Euripides, Fragmenta 324
Not analysed yet
ὦ χρυσέ, δεξίωμα κάλλιστον βροτοῖς,
ὡς οὔτε μήτηρ ἡδονὰς τοίας ἔχει,
οὐ παῖδες ἀνθρώποισιν, οὐ φίλος πατήρ,
οἵας σὺ χοὶ σὲ δώμασιν κεκτημένοι.
εἰ δ’ ἡ Κύπρις τοιοῦτον ὀφθαλμοῖς ὁρᾷ,
οὐ θαῦμ’ ἔρωτας μυρίους αὐτὴν τρέφειν.