Ancient Greek · ~2 min
Fragment 330
Euripides, Fragmenta 330
Not analysed yet
ἐς ταὐτὸν ἥκειν φημὶ ταῖς βροτῶν τύχαις
τόνδ’ ὃν καλοῦσιν αἰθέρ’, ᾧ τάδ’ ἔστι δή.
οὗτος θέρους τε λαμπρὸν ἐκπέμπει σέλας,
χειμῶνά τ’ αὔξει συντιθεὶς πυκνὸν νέφος,
θάλλειν τε καὶ μή, ζῆν τε καὶ φθίνειν ποεῖ·
οὕτω δὲ θνητῶν σπέρμα τῶν μὲν εὐτυχεῖ
λαμπρᾷ γαλήνῃ, τῶν δὲ συννέφει πάλιν,
ζῶσίν τε σὺν κακοῖσιν, οἳ δ’ ὄλβου μέτα
φθίνουσ’ ἐτείοις προσφερεῖς μεταλλαγαῖς.