Ancient Greek · ~9 min
Fragment 360
Euripides, Fragmenta 360
Not analysed yet
τὰς χάριτις ὅστις εὐγενῶς χαρίζεται,
ἥδιον ἐν βροτοῖσιν· οἳ δὲ δρῶσι μέν,
χρόνῳ δὲ δρῶσι, δυσγενέστερον . .
ἐγὼ δὲ δώσω παῖδα τὴν ἐμὴν κτανεῖν.
λογίζομαι δὲ πολλά· πρῶτα μὲν πόλιν
οὐκ ἄν τιν’ ἄλλην τῆσδε βελτίω λαβεῖν·
ᾗ πρῶτα μὲν λεὼς οὐκ ἐπακτὸς ἄλλοθεν,
αὐτόχθονες δ’ ἔφυμεν· αἱ δ’ ἄλλαι πόλεις
πεσσῶν ὁμοίως διαφοραῖς ἐκτισμέναι
ἄλλαι παρ’ ἄλλων εἰσὶν εἰσαγώγιμοι.
ὅστις δ’ ἀπ’ ἄλλης πόλεος οἰκήσῃ πόλιν,
ἁρμὸς πονηρὸς ὥσπερ ἐν ξύλῳ παγείς,
λόγῳ πολίτης ἐστί, τοῖς δ’ ἔργοισιν οὔ.
ἔπειτα τέκνα τοῦδ’ ἕκατι τίκτομεν,
ὡς θεῶν τε βωμοὺς πατρίδα τε ῥυώμεθα.
πόλεως δ’ ἀπάσης τοὔνομ’ ἕν, πολλοὶ δέ νιν
ναίουσι· τούτους πῶς διαφθεῖραί με χρή,
ἐξὸν προπάντων μίαν ὑπερδοῦναι θανεῖν;
εἴπερ γὰρ ἀριθμὸν οἶδα καὶ τοὐλάσσονος
τὸ μεῖζον, οὑνὸς οἶκος οὐ πλέον σθένει
πταίσας ἀπάσης πόλεος οὐδ’ ἴσον φέρει.
εἰ δ’ ἦν ἐν οἴκοις ἀντὶ θηλειῶν στάχυς
ἄρσην, πόλιν δὲ πολεμία κατεῖχε φλόξ,
οὐκ ἄν νιν ἐξέπεμπον εἰς μάχην δορός,
θάνατον προταρβοῦσ’; ἀλλ’ ἔμοιγ’ εἴη τέκνα
〈ἃ〉 καὶ μάχοιτο καὶ μετ’ ἀνδράσιν πρέποι,
μὴ σχήματ’ ἄλλως ἐν πόλει πεφυκότα.
τὰ μητέρων δὲ δάκρυ’ ὅταν πέμπῃ τέκνα,
πολλοὺς ἐθήλυν’ εἰς μάχην ὁρμωμένους.
μισῶ γυναῖκας αἵτινες πρὸ τοῦ καλοῦ
ζῆν παῖδας εἵλοντ’ ἢ παρῄνεσαν κακά.
καὶ μὴν θανόντες γ’ ἐν μάχῃ πολλῶν μέτα
τύμβον τε κοινὸν ἔλαχον εὔκλειάν τ’ ἴσην·
τἠμῇ δὲ παιδὶ στέφανος εἷς μιᾷ μόνῃ
πόλεως θανούσῃ τῆσδ’ ὑπερδοθήσεται.
καὶ τὴν τεκοῦσαν καὶ σὲ δύο θ’ ὁμοσπόρω
σώσει· τί τούτων οὐχὶ δέξασθαι καλόν;
τὴν οὐκ ἐμὴν . . πλὴν φύσει δώσω κόρην
θῦσαι πρὸ γαίας. εἰ γὰρ αἱρεθήσεται
πόλις, τί παίδων τῶν ἐμῶν μέτεστί μοι;
οὐκ οὖν ἅπαντα τοὐπ’ ἐμοὶ σωθήσεται;
ἄρξουσιν ἄλλοι, τήνδ’ ἐγὼ σώσω πόλιν.
ἐκεῖνο δ’ οὗ 〈τὸ〉 πλεῖστον ἐν κοινῷ μέρος,
οὐκ ἔσθ’ ἑκούσης τῆς ἐμῆς ψυχῆς ἄτερ
προγόνων παλαιὰ θέσμι’ ὅστις ἐκβαλεῖ·
οὐδ’ ἀντ’ ἐλαίας χρυσέας τε Γοργόνος
τρίαιναν ὀρθὴν στᾶσαν ἐν πόλεως βάθροις
Εὔμολπος οὐδὲ Θρῂξ ἀναστέψει λεὼς
στεφάνοισι, Παλλὰς δ’ οὐδαμοῦ τιμήσεται.
χρῆσθ’, ὦ πολῖται, τοῖς ἐμοῖς λοχεύμασιν,
σῴζεσθε, νικᾶτ’· ἀντὶ γὰρ ψυχῆς μιᾶς
οὐκ ἔσθ’ ὅπως οὐ τήνδ’ ἐγὼ σώσω πόλιν.
ὦ πατρίς, εἴθε πάντες οἳ ναίουσί σε
οὕτω φιλοῖεν ὡς ἐγώ· καὶ ῥᾳδίως
οἰκοῖμεν ἄν σε κοὐδὲν ἂν πάσχοις κακόν.