Ancient Greek · ~2 min
Fragment 382
Euripides, Fragmenta 382
Not analysed yet
ἐγὼ πέφυκα γραμμάτων μὲν οὐκ ἴδρις,
μορφὰς δὲ λέξω καὶ σαφῆ τεκμήρια.
κύκλος τις ὡς τόρνοισιν ἐκμετρούμενος,
οὗτος δ’ ἔχει σημεῖον ἐν μέσῳ σαφές·
τὸ δεύτερον δὲ πρῶτα μὲν γραμμαὶ δύο,
ταύτας διείργει δ’ ἐν μέσαις ἄλλη μία·
τρίτον δὲ βόστρυχός τις ὥς εἱλιγμένος·
τὸ δ’ αὖ τέταρτον ἢ μὲν εἰς ὀρθὸν μία,
λοξαὶ δ’ ἐπ’ αὐτῆς τρεῖς κατεστηριγμέναι
εἰσίν· τὸ πέμπτον δ’ οὐκ ἐν εὐμαρεῖ φράσαι·
γραμμαὶ γάρ εἰσιν ἐκ διεστώτων δύο,
αὗται δὲ συντρέχουσιν εἰς μίαν βάσιν·
τὸ λοίσθιον δὲ τῷ τρίτῳ προσεμφερές.