Ancient Greek · ~1 min
Fragment 388
Euripides, Fragmenta 388
Not analysed yet
ἀλλ’ ἔστι δή τις ἄλλος ἐν βροτοῖς ἔρως
ψυχῆς δικαίας σώφρονός τε κἀγαθῆς.
καὶ χρῆν δὲ τοῖς βροτοῖσι τόνδ’ εἶναι νόμον
τῶν εὐσεβούντων οἵτινές τε σώφρονες
ἐρᾶν, Κύπριν δὲ τὴν Διὸς χαίρειν ἐᾶν.