Ancient Greek · ~1 min
Fragment 413
Euripides, Fragmenta 413
Not analysed yet
ἐπίσταμαι δὲ πάνθ’ ὅσ’ εὐγενῆ χρεών,
σιγᾶν θ’ ὅπου δεῖ καὶ λέγειν ἵν’ ἀσφαλές,
ὁρᾶν θ’ ἃ δεῖ με κοὐχ ὁρᾶν ἃ μὴ πρέπει,
γαστρὸς κρατεῖν δέ· καὶ γὰρ ἐν κακοῖσιν ὢν
ἐλευθέροισιν ἐμπεπαίδευμαι τρόποις.