Ancient Greek · ~1 min
Fragment 415
Euripides, Fragmenta 415
Not analysed yet
ἄνασσα, πολλοῖς ἔστιν ἀνθρώπων κακά,
τοῖς δ’ ἄρτι λήγει, τοῖς δὲ κίνδυνος μολεῖν.
κύκλος γὰρ αὑτὸς καρπίμοις τε γῆς φυτοῖς
θνητῶν τε γενεᾷ· τῶν μὲν αὔξεται βίος,
τῶν δὲ φθίνει τε καὶ θερίζεται πάλιν.