Ancient Greek · ~1 min
Fragment 431
Euripides, Fragmenta 431
Not analysed yet
Ἔρως γὰρ ἄνδρας οὐ μόνους ἐπέρχεται
οὐδ’ αὖ γυναῖκας, ἀλλὰ καὶ θεῶν ἄνω
ψυχὰς χαράσσει κἀπὶ πόντον ἔρχεται·
καὶ τόνδ’ ἀπείργειν οὐδ’ ὁ παγκρατὴς σθένει
Ζεύς, ἀλλ’ ὑπείκει καὶ θέλων ἐγκλίνεται.