Ancient Greek · ~1 min
Fragment 453
Euripides, Fragmenta 453
Not analysed yet
στρ. Εἰρήνα βαθύπλουτε καὶ
καλλίστα μακάρων θεῶν,
ζῆλός μοι σέθεν ὡς χρονίζεις.
δέδοικα δὲ μὴ πρὶν πόνοις
ὑπερβάλῃ με γῆρας,
πρὶν σὰν χαρίεσσαν προσιδεῖν ὥραν
καὶ καλλιχόρους ἀοιδὰς
φιλοστεφάνους τε κώμους.
ἴθι μοι, πότνα, πόλιν.
ἀντ. τὰν δ’ ἐχθρὰν στάσιν εἶργ’ ἀπ’ οἴ-
κῶν τὰν μαινομέναν τ’ ἔριν
θηκτῷ τερπομέναν σιδάρῳ.