Ancient Greek · ~2 min
Fragment 472
Euripides, Fragmenta 472
Not analysed yet
Φοινικογενοῦς [παῖ τῆς Τυρίας] τέκνον Εὐρώπης
καὶ τοῦ μεγάλου Ζηνός, ἀνάσσων
Κρήτης ἑκατομπτολιέθρου·
ἥκω ζαθέους ναοὺς προλιπών,
οὓς αὐθιγενὴς τμηθεῖσα δοκὸς
στεγανοὺς παρέχει Χαλύβῳ πελέκει
καὶ ταυροδέτῳ κόλλῃ κραθεῖσ’
ἀτρεκεῖς ἁρμοὺς κυπαρίσσου.
ἁγνὸν δὲ βίον τείνων ἐξ οὗ
Διὸς Ἰδαίου μύστης γενόμην,
καὶ νυκτιπόλου Ζαγρέως βροντὰς
τοὺς ὠμοφάγους δαίτας τελέσας
μητρί τ’ ὀρείῳ δᾷδας ἀνασχὼν
καὶ κουρήτων
βάκχος ἐκλήθην ὁσιωθείς.
πάλλευκα δ’ ἔχων εἵματα φεύγω
γένεσίν τε βροτῶν καὶ νεκροθήκης
οὐ χριμπτόμενος τήν τ’ ἐμψύχων
βρῶσιν ἐδεστῶν πεφύλαγμαι.