Ancient Greek · ~1 min
Fragment 484
Euripides, Fragmenta 484
Not analysed yet
κοὐκ ἐμὸς ὁ μῦθος, ἀλλ’ ἐμῆς μητρὸς πάρα,
ὡς οὐρανός τε γαῖά τ’ ἦν μορφὴ μία·
ἐπεὶ δ’ ἐχωρίσθησαν ἀλλήλων δίχα,
τίκτουσι πάντα κἀνέδωκαν εἰς φάος,
δένδρη, πετεινά, θῆρας οὕς θ’ ἅλμη τρέφει γένος τε θνητῶν.