Ancient Greek · ~1 min
Fragment 52
Euripides, Fragmenta 52
Not analysed yet
περισσόμυθος ὁ λόγος, εὐγένειαν εἰ
βρότειον εὐλογήσομεν.
τὸ γὰρ πάλαι καὶ πρῶτον ὅτ’ ἐγενόμεθα,
διὰ δ’ ἔκρινεν ἁ τεκοῦσα γᾶ βροτούς,
ὁμοίαν χθὼν ἅπασιν ἐξεπαίδευσεν ὄψιν.
ἴδιον οὐδὲν ἔσχομεν· μία δὲ γονὰ
τό τ’ εὐγενὲς καὶ τὸ δυσγενές·
νόμῳ δὲ γαῦρον αὐτὸ κραίνει χρόνος.
τὸ φρόνιμον εὐγένεια καὶ τὸ συνετὸν
ὁ θεὸς δίδωσιν, οὐχ ὁ πλοῦτος.