Ancient Greek · ~1 min
Fragment 525
Euripides, Fragmenta 525
Not analysed yet
εἰ δ’ εἰς γάμους ἔλθοιμ’, ὃ μὴ τύχοι ποτέ,
τῶν ἐν δόμοισιν ἡμερευουσῶν ἀεὶ
βελτίον’ ἂν τέκοιμι λήμασιν τέκνα·
ἐκ γὰρ πατρὸς καὶ μητρὸς ὅστις ἐκπονεῖ
σκληρὰς διαίτας οἱ γόνοι βελτίονες.