Ancient Greek · ~1 min
Fragment 530
Euripides, Fragmenta 530
Not analysed yet
Τελαμὼν δὲ χρυσοῦν αἰετὸν πέλτης ἔπι
πρόβλημα θηρός, βότρυσι δ’ ἔστεψεν κάρα,
Σαλαμῖνα κοσμῶν πατρίδα τὴν εὐάμπελον.
Κύπριδος δὲ μίσημ’, Ἀρκὰς Ἀταλάντη, κύνας
καὶ τόξ’ ἔχουσα, πελέκεως δὲ δίστομον
γένυν ἔπαλλ’ Ἀγκαῖος· οἱ δὲ Θεστίου
παῖδες τὸ λαιὸν ἴχνος ἀνάρβυλοι ποδός,
τὸ δ’ ἐν πεδίλοις, ὡς ἐλαφρίζον γόνυ
ἔχοιεν, ὃς δὴ πᾶσιν Αἰτωλοῖς νόμος.