Ancient Greek · ~1 min
Fragment 543
Euripides, Fragmenta 543
Not analysed yet
μεγάλη τυραννὶς ἀνδρὶ τέκνα καὶ γυνή·
ἴσην γὰρ ἀνδρὶ συμφορὰν εἶναι λέγω
τέκνων θ’ ἁμαρτεῖν καὶ πάτρας καὶ χρημάτων
ἀλόχου τε κεδνῆς, ὡς μόνον τῶν χρημάτων
ἢ κρεῖσσόν ἐστιν ἀνδρί, σώφρον’ ἢν λάβῃ.