Ancient Greek · ~1 min
Fragment 571
Euripides, Fragmenta 571
Not analysed yet
ἀμηχανῶ δ’ ἔγωγε κοὐκ ἔχω μαθεῖν,
εἴτ’ οὖν ἄμεινόν ἐστι γίγνεσθαι τέκνα
θνητοῖσιν εἴτ’ ἄπαιδα καρποῦσθαι βίον.
ὁρῶ γὰρ οἷς μὲν οὐκ ἔφυσαν, ἀθλίους·
ὅσοισι δ’ εἰσίν, οὐδὲν εὐτυχεστέρους.
καὶ γὰρ κακοὶ γεγῶτες ἐχθίστη νόσος,
κἂν αὖ γένωνται σώφρονες, κακὸν μέγα,
λυποῦσι τὸν φύσαντα μὴ πάθωσί τι.