Ancient Greek · ~1 min
Fragment 578
Euripides, Fragmenta 578
Not analysed yet
τὰ τῆς γε λήθης φάρμακ’ ὀρθώσας μόνος,
ἄφωνα φωνήεντα συλλαβὰς τιθεὶς
ἐξηῦρον ἀνθρώποισι γράμματ’ εἰδέναι,
ὥστ’ οὐ παρόντα ποντίας ὑπὲρ πλακὸς
τἀκεῖ κατ’ οἴκους πάντ’ ἐπίστασθαι καλῶς,
παισίν τ’ ἀποθνῄσκοντα χρημάτων μέτρον
γράψαντας εἰπεῖν, τὸν λαβόντα δ’ εἰδέναι.
ἃ δ’ εἰς ἔριν πίπτουσιν ἀνθρώποις κακὰ
δέλτος διαιρεῖ, κοὐκ ἐᾷ ψευδῆ λέγειν.