Ancient Greek · ~1 min
Fragment 580
Euripides, Fragmenta 580
Not analysed yet
Ἀγάμεμνον, ἀνθρώποισι πᾶσιν αἱ τύχαι
μορφὴν ἔχουσι, συντρέχει δ’ εἰς ἓν τόδε·
τούτου δὲ πάντες, οἵ τε μουσικῆς φίλοι
ὅσοι τε χωρὶς ζῶσι, χρημάτων ὕπερ
μοχθοῦσιν, ὃς δ’ ἂν πλεῖστ’ ἔχῃ σοφώτατος.