Ancient Greek · ~1 min
Fragment 626
Euripides, Fragmenta 626
Not analysed yet
δήμῳ δὲ μήτε πᾶν ἀναρτήσῃς κράτος
μήτ’ αὖ κακώσῃς, πλοῦτον ἔντιμον τιθείς,
μηδ’ ἄνδρα δήμῳ πιστὸν ἐκβάλῃς ποτὲ
μηδ’ αὖξε καιροῦ μείζον’, οὐ γὰρ ἀσφαλές,
μή σοι τύραννος λαμπρὸς ἐξ ἀστοῦ φανῇ.
κόλουε δ’ ἄνδρα παρὰ δίκην τιμώμενον·
πόλει γὰρ εὐτυχοῦντες οἱ κακοὶ νόσος.