Ancient Greek · ~1 min
Fragment 636
Euripides, Fragmenta 636
Not analysed yet
ἔα ἔα·
ὁρῶ γ’ ἐπ’ ἀκταῖς νομάδα κυματοφθόρον
ἁλιαίετον· τὸν παῖδα χερσεύειν μόρος.
εἰ μὲν γὰρ ἐκ γῆς εἰς θάλασσαν ἔπτατο
ὁ κύματ’ οἰκῶν ὄρνις, ἡρμήνευσεν ἂν
τὸν παῖδ’ ἐν ὑγροῖς κύμασιν τεθνηκέναι·
νῦν δ’ ἐκλιπὼν ἤθη τε καὶ νομὸν βίου
δεῦρ’ ἔπτατ’ · οὐκ οὖν ἔσθ’ ὁ παῖς ἐν οἴδμασιν.