Ancient Greek · ~2 min
Fragment 659
Euripides, Fragmenta 659
Not analysed yet
ἔρωτες ἡμῖν εἰσὶ παντοῖοι βίου·
ὃ μὲν γὰρ εὐγένειαν ἱμείρει λαβεῖν,
τῷ δ’ οὐχὶ τούτου φροντίς, ἀλλὰ χρημάτων
πολλῶν κεκλῆσθαι βούλεται πάτωρ δόμοις·
ἄλλῳ δ’ ἀρέσκει μηδὲν ὑγιὲς ἐκ φρενῶν
λέγοντι πείθειν τοὺς πέλας τόλμῃ κακῇ·
οἳ δ’ αἰσχρὰ κέρδη πρόσθε τοῦ καλοῦ βροτῶν
ζητοῦσιν· οὕτω βίοτος ἀνθρώπων πλάνη.
ἐγὼ δὲ τούτων οὐδενὸς χρήζω τυχεῖν,
δόξαν 〈δὲ〉 βουλοίμην ἂν εὐκλείας ἔχειν.